Προτρεπτικοί στίχοι·

᾿Επάν δέ τύχῃς 
τῆς καλῆς μετουσίας
τῶν ζωοποιῶν 
μυστικῶν δωρημάτων,
ὕμνησον εὐθύς,
εὐχαρίστησον μέγα
καί τάδε θερμῶς 
ἐκ ψυχῆς Θεῷ λέγε·

Δόξα σοι ὁ Θεός, 
Δόξα σοι ὁ Θεός,
Δόξα σοι ὁ Θεός.

καί ἀμέσως τίς ἑπόμενες 
εὐχαριστήριες εὐχές·

Εὐχαριστῶ σοι, Κύριε, ὁ Θεός μου, ὅτι οὐκ ἀπώσω με τόν ἁμαρτωλόν, ἀλλά κοινωνόν με γενέσθαι τῶν ἁγιασμάτων σου κατηξίωσας. 
Εὐχαριστῶ σοι, ὅτι μέ τόν ἀνάξιον μεταλαβεῖν τῶν ἀχράντων σου καί ἐπουρανίων δωρεῶν κατηξίωσας. 
᾿Αλλά Δέσποτα τῶν ἁπάντων, ὁ ὑπέρ ἡμῶν ἀποθανών τε καί ἀναστάς, καί χαρισάμενος ἡμῖν τά φρικτά ταῦτα καί ζωοποιά σου Μυστήρια, ἐπ᾿ εὐεργεσίᾳ καί ἁγιασμῷ τῶν ψυχῶν καί τῶν σωμάτων ἡμῶν, δός γενέσθαι ταῦτα κἀμοί, εἰς ἴασιν ψυχῆς τε καί σώματος, εἰς ἀποτροπήν παντός ἐναντίου, εἰς φωτισμόν τῶν ὀφθαλμῶν τῆς καρδίας μου, εἰς εἰρήνην τῶν ψυχικῶν μου δυνάμεων, εἰς πίστιν ἀκαταίσχυντον, εἰς ἀγάπην ἀνυπόκριτον, εἰς πλησμονήν σοφίας, εἰς περιποίησιν τῶν ἐντολῶν σου, εἰς προσθήκην τῆς θείας σου χάριτος, καί τῆς σῆς βασιλείας οἰκείωσιν· 
ἵνα ἐν τῷ ἁγιασμῷ σου δι᾿ αὐτῶν φυλαττόμενος, τῆς σῆς χάριτος μνημονεύω διά παντός, καί μηκέτι ἑμαυτῷ ζῶ, ἀλλά σοί τῷ ἡμετέρῳ Δεσπότῃ καί εὐεργέτῃ. 
Καί οὕτω τοῦ τῇδε βίου ἀπάρας ἐπ᾿ ἐλπίδι ζωῆς αἰώνίου, εἰς τήν ἀΐδιον καταντήσω ἀνάπαυσιν, ἔνθα ὁ τῶν ἑορταζόντων ἦχος ὁ ἀκατάπαυστος, καί ἡ ἀπέραντος ἠδονή τῶν καθορόντων τοῦ σοῦ προσώπου τό κάλλος τό ἄρρητον. 
Σύ γάρ εἶ τό ὄντως ἐφετόν, καί ἡ ἀνέκφραστος εὐφροσύνη τῶν ἀγαπώντων σε, Χριστέ ὁ Θεός ἡμῶν, καί σέ ὑμνεῖ πᾶσα ἡ κτίσις εἰς τούς αἰῶνας. ᾿Αμήν.


τοῦ Μεγάλου Βασιλείου·

Δέσποτα Χριστέ, ὁ Θεός, βασιλεῦ τῶν αἰώνων καί Δημιουργέ τῶν ἁπάντων, εὐχαριστῶ σοι ἐπί πᾶσιν, οἷς παρέσχου μοι ἀγαθοῖς, καί ἐπί τῇ Μεταλήψει τῶν ἀχράντων καί ζωοποιῶν σου Μυστηρίων. 
Δέομαι οὖν σου, ἀγαθέ καί φιλάνθρωπε· φύλαξόν με ὑπό τήν σκέπην σου καί ἐν τῇ τῶν πτερύγων σου σκιᾷ καί δώρησαί μοι ἐν καθαρῷ συνειδότι, μέχρις τῆς ἐσχάτης μου ἀναπνοῆς, ἐπαξίως μετέχειν τῶν ἁγιασμάτων σου, εἰς ἄφεσιν ἁμαρτιῶν καί εἰς ζωήν αἰώνιον. 
Σύ γάρ εἶ ὁ ἄρτος τῆς ζωῆς, ἡ πηγή τοῦ ἁγιασμοῦ, ὁ δοτήρ τῶν ἀγαθῶν· καί σοί τήν δόξαν ἀναπέμπομεν, σύν τῷ Πατρί, καί τῷ ἁγίῳ Πνεύματι, νῦν καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.


Συμεών τοῦ μεταφραστοῦ·

῾Ο δούς τροφήν μοι σάρκα σήν ἑκουσίως, ὁ πῦρ ὑπάρχων, καί φλέγων ἀναξίους, μή δή καταφλέξῃς με, μή πλαστουργέ μου· μᾶλλον δίελθε πρός μελῶν μου συνθέσεις, εἰς πάντας ἁρμούς εἰς νεφρούς εἰς καρδίαν.

Φλέξον δ᾿ ἀκάνθας τῶν ὅλων μου πταισμάτων· ψυχήν κάθαρον, ἁγίασον τάς φρένας· τάς ἰγνύας στήριξον ὀστέοις ἅμα· αἰσθήσεων φώτισον ἁπλήν πεντάδα· ὅλον με τῷ σῷ συγκαθήλωσον φόβῳ.
᾿Αεί σκέπε φρούρει τε καί φύλαττέ με ἐκ παντός ἔργου καί λόγου ψυχοφθόρου.

῞Αγνιζε καί κάθαρε, καί ρύθμιζέ με, κάλλυνε, συνέτιζε καί φώτιζέ με· δεῖξον με σόν σκήνωμα Πνεύματος μόνου καί μηκέτι σκήνωμα τῆς ἁμαρτίας· ἵν᾿ ὡς σόν οἶκον, εἰσόδῳ κοινωνίας, ὡς πῦρ με φεύγῃ πᾶς κακοῦργος, πᾶν πάθος.
Πρέσβεις φέρω σοι πάντας ἡγιασμένους, τάς ταξιαρχίας τε τῶν ᾿Ασωμάτων, τόν Πρόδρομόν σου, τούς σοφούς ᾿Αποστόλους, πρός τοῖς δέ, σήν ἄχραντον ἁγνήν Μητέρα· ὧν τάς λιτάς, εὔσπλαγχνε, δέξαι Χριστέ μου, καί φωτός παῖδα τόν σόν ἔργασαι λάτριν.

Σύ ὑπάρχεις ἁγιασμός καί μόνος ἡμῶν, ἀγαθέ, τῶν ψυχῶν καί λαμπρότης· καί σοί πρεπόντως, ὡς Θεῷ καί Δεσπότῃ, δόξαν ἅπαντες πέμπομεν καθ᾿ ἡμέραν.


᾿Ανωνύμου·

Τό Σῶμα σου τό ἅγιον, Κύριε ᾿Ιησοῦ Χριστέ, ὁ Θεός ἡμῶν, γένοιτό μοι εἰς ζωήν αἰώνιον, καί τό Αἷμα σου τό τίμιον, εἰς ἄφεσιν ἁμαρτιῶν. Γένοιτο δέ μοι ἡ εὐχαριστία αὕτη εἰς χαράν, ὑγείαν καί εὐφροσύνην· καί ἐν τῇ φοβερᾷ καί δευτέρᾳ ἐλεύσει σου ἀξίωσόν με τόν ἁμαρτωλόν στῆναι ἐκ δεξιῶν τῆς σῆς δόξης πρεσβείαις τῆς παναχράντου σου Μητρός καί πάντων σου τῶν ῾Αγίων. ᾿Αμήν.


᾿Ανωνύμου 
στήν ῾Υπεραγία Θεοτόκο·

Παναγία Δέσποινα Θεοτόκε, τό φῶς τῆς ἐσκοτισμένης μου ψυχῆς, ἡ ἐλπίς, ἡ σκέπη, ἡ καταφυγή, ἡ παραμυθία, τό ἀγαλλίαμά μου, εὐχαριστῶ σοι, ὅτι ἠξίωσας μέ τόν ἀνάξιον κοινωνόν γενέσθαι τοῦ ἀχράντου Σώματος καί τοῦ Τιμίου Αἵματος τοῦ Υἱοῦ σου. 
᾿Αλλ᾿ ἡ τεκοῦσα τό ἀληθινόν φῶς, φώτισόν μου τούς νοητούς ὀφθαλμούς τῆς καρδίας· ἡ τήν πηγήν τῆς ἀθανασίας κυήσασα, ζωοποίησόν με τόν τεθανατωμένον τῇ ἁμαρτίᾳ, ἡ τοῦ ἐλεήμονος Θεοῦ φιλεύσπλαχνος Μήτηρ, ἐλέησόν με, καί δός κατάνυξιν καί συντριβήν ἐν τῇ καρδίᾳ μου, καί ταπείνωσιν ἐν τοῖς διανοήμασί μου, καί ἀνάκλησιν ἐν ταῖς αἰχμαλωσίαις τῶν λογισμῶν μου. 
Καί ἀξίωσόν με, μέχρι τελευταίας μου ἀναπνοῆς, ἀκατακρίτως ὑποδέχεσθαι τῶν ἀχράντων Μυστηρίων τόν ἁγιασμόν, εἰς ἴασιν ψυχῆς τε καί σώματος· καί παράσχου μοι δάκρυα μετανοίας καί ἐξομολογήσεως, εἰς τό ὑμνεῖν καί δοξάζειν σε πάσας τάς ἡμέρας τῆς ζωῆς μου. ῞Οτι εὐλογημένη καί δεδοξασμένη ὑπάρχεις εἰς τούς αἰῶνας· ᾿Αμήν.

Νῦν ἀπολύεις τόν δοῦλον Σου Δέσποτα, κατά τό ρῆμα Σου ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τό σωτήριόν Σου, ὅ ἡτοίμασας κατά πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καί δόξαν λαοῦ σου ᾿Ισραήλ».

Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε ᾿Ιησοῦ Χριστέ ὁ Θεός ἡμῶν, ἐλέησον καί σῶσον ἡμᾶς. ᾿Αμήν.